Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.55 Joseph. AJ 5.59 (English) >>Joseph. AJ 5.63

5.57τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο. 5.58

Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν· 5.59ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην φιλίαν ὑπολαμβάνειν. 5.60καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ διʼ ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.55 Joseph. AJ 5.59 (English) >>Joseph. AJ 5.63

Powered by PhiloLogic